WELCOME

Κάπως έτσι προσπαθούσε να φέρει στα μέτρα του, τα πράγματα που τον περιβάλανε και ήτανε τόσα πολλά σαν δυό άνοιξες μαζί γεμάτες σεντούκια με μαβί ρούχα και δαντέλλες ολόγυρα πλεγμένες, μονάκριβες και λευκές όπως όλα στη πλάνη της λήθης.
Φ.Αθανασιάδου

 

 

 

 

Φ.Αθανασιάδου

 

 

 

 

 

 

 

 

 

 

 

 

Φ.Αθανασιάδου

 

 

 

 

 

 

 

 

 

 

 

 

Φ.Αθανασιάδου

 

 

 

 

 

 

 

 

Παυσανία Αρκαδικά - Κεφάλαια XLVIII - LIV Print

XLVIII. τῆς ἀγορᾶς δὲ μάλιστα ἐοικυίας πλίνθῳ κατὰ τὸ σχῆμα, Ἀφροδίτης ἐστὶν ἐν αὐτῇ ναὸς καλούμενος ἐν πλινθίῳ καὶ ἄγαλμα λίθου. στήλαις δὲ ἐπειργασμένοι τῇ μὲν Ἀντιφάνης ἐστὶ καὶ Κρῖσος καὶ Τυρωνίδας τε καὶ Πυρρίας, οἳ νόμους Τεγεάταις θέμενοι τιμὰς καὶ ἐς τόδε παρ' αὐτῶν ἔχουσιν: ἐπὶ δὲ τῇ ἑτέρᾳ στήλῃ πεποιημένος ἐστὶν Ἰάσιος ἵππου τε ἐχόμενος καὶ κλάδον ἐν τῇ δεξιᾷ φέρων φοίνικος: νικῆσαι δὲ ἵππῳ φασὶν ἐν Ὀλυμπίᾳ τὸν Ἰάσιον, ὅτε Ἡρακλῆς ἔθετο ὁ Θηβαῖος τὰ Ὀλύμπια.

[2] ἐν μὲν δὴ Ὀλυμπίᾳ κοτίνου τῷ νικῶντι δίδοσθαι στέφανον καὶ ἐν Δελφοῖς δάφνης, τοῦ μὲν ἤδη τὴν αἰτίαν ἀπέδωκα ἐν τοῖς ἐς Ἠλείους, τοῦ δὲ καὶ ἐν τοῖς ἔπειτα δηλώσω: ἐν Ἰσθμῷ δὲ πίτυς καὶ τὰ ἐν Νεμέᾳ σέλινα ἐπὶ τοῦ Παλαίμονος καὶ τοῦ Ἀρχεμόρου τοῖς παθήμασιν ἐνομίσθησαν. οἱ δὲ ἀγῶνες φοίνικος ἔχουσιν οἱ πολλοὶ στέφανον: ἐς δὲ τὴν δεξιάν ἐστι καὶ πανταχοῦ τῷ νικῶντι ἐστιθέμενος φοῖνιξ
.

[3] ἐνομίσθη δὲ ἐπὶ τοιῷδε: Θησέα ἀνακομιζόμενον ἐκ Κρήτης φασὶν ἐν Δήλῳ ἀγῶνα ποιήσασθαι τῷ Ἀπόλλωνι, στεφανοῦν δὲ αὐτὸν τοὺς νικῶντας τῷ φοίνικι. τοῦτο μὲν δὴ ἄρξαι λέγουσιν ἐντεῦθεν: τοῦ δὲ φοίνικος τοῦ ἐν Δήλῳ μνήμην ἐποιήσατο καὶ Ὅμηρος ἐν Ὀδυσσέως ἱκεσίᾳ πρὸς τὴν Ἀλκίνου θυγατέρα
.

[4] ἔστι δὲ καὶ Ἄρεως ἄγαλμα ἐν τῇ Τεγεατῶν ἀγορᾷ. τοῦτο ἐκτετύπωται μὲν ἐπὶ [τῇ] στήλῃ, Γυναικοθοίναν δὲ ὀνομάζουσιν αὐτόν. ὑπὸ γὰρ τὸν Λακωνικὸν πόλεμον καὶ Χαρίλλου τοῦ Λακεδαιμονίων βασιλέως τὴν πρώτην ἐπιστρατείαν λαβοῦσαι αἱ γυναῖκές σφισιν ὅπλα ἐλόχων ὑπὸ τὸν λόφον ὃν Φυλακτρίδα ἐφ' ἡμῶν ὀνομάζουσι: συνελθόντων δὲ τῶν στρατοπέδων καὶ τολμήματα ἀποδεικνυμένων ἑκατέρωθεν τῶν ἀνδρῶν πολλά τε καὶ ἄξια μνήμης, οὕτω φασὶν ἐπιφανῆναί σφισι τὰς

[5] γυναῖκας καὶ εἶναι τὰς ἐργασαμένας ταύτας τῶν Λακεδαιμονίων τὴν τροπήν, Μάρπησσαν δὲ τὴν Χοίραν ἐπονομαζομένην ὑπερβαλέσθαι τῇ τόλμῃ τὰς ἄλλας γυναῖκας, ἁλῶναι δὲ ἐν τοῖς Σπαρτιάταις καὶ αὐτὸν Χάριλλον: καὶ τὸν μὲν ἀφεθέντα ἄνευ λύτρων, καὶ ὅρκον Τεγεάταις δόντα μήποτε Λακεδαιμονίους στρατεύσειν ἔτι ἐπὶ Τεγέαν, παραβῆναι τὸν ὅρκον, τὰς γυναῖκας δὲ τῷ Ἄρει θῦσαί τε ἄνευ τῶν ἀνδρῶν ἰδίᾳ τὰ ἐπινίκια καὶ τοῦ ἱερείου τῶν κρεῶν οὐ μεταδοῦναι σφᾶς τοῖς ἀνδράσιν. ἀντὶ τούτων μὲν τῷ Ἄρει γέγονεν <> ἐπίκλησις
:

[6] πεποίηται δὲ καὶ Διὸς Τελείου βωμὸς καὶ ἄγαλμα τετράγωνον: περισσῶς γὰρ δή τι τῷ σχήματι τούτῳ φαίνονταί μοι χαίρειν οἱ Ἀρκάδες. καὶ μνήματά ἐστιν ἐνταῦθα Τεγεάτου τοῦ Λυκάονος καὶ Μαιρᾶς γυναικὸς τοῦ Τεγεάτου: θυγατέρα Ἄτλαντός φασιν εἶναι τὴν Μαιράν, ἧς δὴ καὶ Ὅμηρος ἐποιήσατο μνήμην ἐν Ὀδυσσέως λόγοις πρὸς Ἀλκίνουν περί τε ὁδοῦ τῆς ἐς Ἅιδην καὶ ὁπόσων ἐθεάσατο ἐκεῖ τὰς ψυχάς
.

[7] τὴν δὲ Εἰλείθυιαν οἱ Τεγεᾶται--καὶ γὰρ ταύτης ἔχουσιν ἐν τῇ ἀγορᾷ ναὸν καὶ ἄγαλμα-- ἐπονομάζουσιν Αὔγην ἐν γόνασι, λέγοντες ὡς Ναυπλίῳ παραδοίη τὴν θυγατέρα Ἄλεος ἐντειλάμενος ἐπαναγαγόντα αὐτὴν ἐς θάλασσαν καταποντῶσαι: τὴν δὲ ὡς ἤγετο πεσεῖν τε ἐς γόνατα καὶ οὕτω τεκεῖν τὸν παῖδα, ἔνθα τῆς Εἰλειθυίας ἐστὶ τὸ ἱερόν. οὗτος λόγος διάφορος μέν ἐστιν ἑτέρῳ λόγῳ, λάθρᾳ τὴν Αὔγην τεκεῖν τοῦ πατρὸς καὶ ἐκτεθῆναι τὸν Τήλεφον λέγοντι ἐς τὸ ὄρος τὸ Παρθένιον καὶ τῷ παιδὶ ἐκκειμένῳ διδόναι γάλα ἔλαφον: λέγεται δὲ οὐδὲν ἧσσον καὶ οὗτος ὑπὸ Τεγεατῶν λόγος
.

[8] πρὸς δὲ τῷ ἱερῷ τῆς Εἰλειθυίας ἐστὶ Γῆς βωμός, ἔχεται δὲ τοῦ βωμοῦ λίθου λευκοῦ στήλη: ἐπὶ δὲ αὐτῆς Πολύβιος Λυκόρτα καὶ ἐπὶ ἑτέρᾳ στήλῃ τῶν παίδων τῶν Ἀρκάδος Ἔλατός ἐστιν εἰργασμένος
.

XLIX
. οὐ πόρρω δὲ τῆς ἀγορᾶς θέατρόν τέ ἐστι καὶ πρὸς αὐτῷ βάθρα εἰκόνων χαλκῶν, αὐταὶ δὲ οὐκ εἰσὶν ἔτι αἱ εἰκόνες: ἐλεγεῖον δὲ ἐφ' ἑνὶ τῶν βάθρων ἐστὶ Φιλοποίμενος τὸν ἀνδριάντα εἶναι. τούτου δὲ Ἕλληνες τοῦ Φιλοποίμενος οὐχ ἥκιστα ἀλλὰ καὶ μάλιστα ἔχουσι μνήμην, γνώμης τε ἕνεκα ἣν παρέσχετο καὶ ἐπὶ τοῖς ἔργοις ὁπόσα ἐτόλμησε.

[2] τὰ μὲν δὴ ἐς γένους δόξαν πατήρ οἱ Κραῦγις Ἀρκάδων ἐλείπετο οὐδενὸς τῶν ἐν Μεγάλῃ πόλει: τελευτήσαντος δὲ τοῦ Κραύγιδος ἐπὶ παιδὶ ἔτι νηπίῳ τῷ Φιλοποίμενι, ἐπετρόπευσεν αὐτὸν ἀνὴρ Μαντινεὺς Κλέανδρος, φεύγων μὲν ἐκ Μαντινείας καὶ ἐν Μεγάλῃ πόλει μετοικῶν κατὰ τὴν οἴκοθεν συμφοράν, ξενίας δὲ ὑπαρχούσης αὐτῷ πατρικῆς ἐς οἶκον τὸν Κραύγιδος. διδασκάλοις δὲ ὁμιλῆσαι τὸν Φιλοποίμενα καὶ ἄλλοις καὶ Μεγαλοφάνει τε καὶ Ἐκδήλῳ λέγουσι: τοὺς δὲ Ἀρκεσιλάου φασὶν εἶναι Πιταναίου μαθητάς
.

[3] μέγεθος μὲν δὴ καὶ σώματος ῥώμην ἀπέδει Πελοποννησίων οὐδενός, τὸ δὲ εἶδος ἦν τοῦ προσώπου κακός: καὶ ἐπὶ μὲν τοὺς στεφανίτας ἀγῶνας ὑπερεφρόνησεν ἀσκῆσαι, γῆν δὲ ἣν ἐκέκτητο ἐργαζόμενος οὐδὲ τὰ θηρία ἠμέλει τὰ ἄγρια ἐξαίρειν. ἐπιλέγεσθαι δὲ καὶ βιβλία φασὶν αὐτὸν σοφιστῶν τε τῶν εὐδοκιμούντων παρ' Ἕλλησι καὶ ὅσα ἐς πολέμων μνήμην καὶ εἰ δή τι ἔχει διδασκαλίαν στρατηγημάτων: καταστήσασθαι δὲ τὸν βίον πάντα ἐθέλων γνώμης τῆς Ἐπαμινώνδου καὶ ἔργων εἶναι τῶν ἐκείνου μίμησιν, οὐ τὰ πάντα ἦν ἐξισωθῆναι δυνατός: Ἐπαμινώνδᾳ γὰρ τά τε ἄλλα ψυχὴ καὶ μάλιστα πρᾴως εἶχε τὰ ἐς ὀργήν, τῷ δὲ Ἀρκάδι μετῆν γε θυμοῦ
.

[4] καταλαβόντος δὲ Κλεομένους Μεγάλην πόλιν, Φιλοποίμην οὔτε τῆς συμφορᾶς ἐξεπλάγη τὸ ἀπροσδόκητον καὶ τῶν ἐν ἡλικίᾳ τὰ δύο μάλιστα μέρη καὶ γυναῖκας καὶ παῖδας ἀπέσωσεν ἐς Μεσσήνην, συμμάχων σφίσιν ἐν τῷ τότε καὶ εὔνων τῶν Μεσσηνίων ὄντων: καὶ--ἦσαν γὰρ τῶν διαπεφευγότων οἷς Κλεομένης ἐπεκηρυκεύετο μεταγινώσκειν τε ἐπὶ τῷ τολμήματι πρὸς Μεγαλοπολίτας ἐθέλειν σπένδεσθαι κατιόντας ἐπὶ τὴν ἑαυτῶν --ἔπεισεν ἐν κοινῷ τοὺς πολίτας Φιλοποίμην μεθ' ὅπλων τὴν κάθοδον οἴκαδε εὑρίσκεσθαι μηδὲ ἐς ὁμολογίας τε καὶ σπονδὰς ἰέναι
.

[5] γενομένης δὲ ἐν Σελλασίᾳ πρὸς Κλεομένην τε καὶ Λακεδαιμονίους μάχης, ἣν Ἀχαιοὶ καὶ Ἀρκάδες ἀπὸ τῶν πόλεων πασῶν, σὺν δέ σφισι καὶ Ἀντίγονος ἐμαχέσατο ἄγων ἐκ Μακεδονίας στρατιάν, ἐτέτακτο μὲν τηνικαῦτα Φιλοποίμην ἐν τοῖς ἱππεῦσιν: ἐπεὶ δὲ ἐν τῷ πεζῷ τοῦ ἔργου τὸ πλεῖστον ἑώρα ληψόμενον τὴν κρίσιν, ὁπλίτης ἑκὼν ἐγένετο, καὶ αὐτὸν λόγου κινδυνεύοντα ἀξίως τῶν τις ἐναντίων δι' ἀμφοτέρων ἔπειρε τῶν μηρῶν
.

[6] δὲ καὶ ἐς τοσοῦτο ὅμως πεπεδημένος τά τε γόνατα ἐνέκλινε καὶ ἐς τὸ πρόσω χωρεῖν ἐβιάζετο, ὥστε καὶ ὑπὸ τῶν ποδῶν τοῦ κινήματος τὸ δόρυ ἔκλασεν: ἐπεὶ δὲ οἱ Λακεδαιμόνιοι καὶ Κλεομένης ἐκρατήθησαν καὶ ἐς τὸ στρατόπεδον ἀνέστρεψε Φιλοποίμην, ἐνταῦθα ἐξ ἀμφοτέρων αὐτοῦ τῶν μηρῶν οἱ ἰατροὶ τῇ μὲν τὸν σαυρωτῆρα ἐξεῖλκον, τῇ δὲ τὴν αἰχμήν.
Ἀντίγονος δὲ ὡς ἐπύθετο καὶ εἶδεν αὐτοῦ τὰ τολμήματα, ἐποιεῖτο σπουδὴν ἐπάγεσθαι Φιλοποίμενα ἐς Μακεδονίαν.

[7] τῷ δὲ Ἀντιγόνου μὲν ὀλίγον μελήσειν ἔμελλε: περαιωσάμενος δὲ νηὶ ἐς Κρήτην--πόλεμος γὰρ κατεῖχεν αὐτὴν ἐμφύλιος-- ἐπετέτακτο ἡγεμὼν μισθοφόροις: ἐπανήκων δὲ ἐς Μεγάλην πόλιν αὐτίκα ὑπὸ τῶν Ἀχαιῶν ᾕρητο ἄρχειν [καὶ] τοῦ ἱππικοῦ, καὶ σφᾶς ἀρίστους Ἑλλήνων ἀπέφαινεν ἱππεύειν.
Ἀχαιῶν δὲ καὶ ὅσοι συντεταγμένοι τοῖς Ἀχαιοῖς ἦσαν περὶ Λάρισον μαχομένων ποταμὸν πρὸς Ἠλείους καὶ τὸ Αἰτωλικὸν ἐπικουροῦντας κατὰ συγγένειαν Ἠλείοις, πρῶτα μὲν Δημόφαντον ἀπέκτεινεν αὐτοχειρίᾳ τοῖς ἐναντίοις ἡγεμόνα ὄντα τῆς ἵππου, δεύτερα δὲ καὶ τὸ ἄλλο ἱππικὸν τῶν Αἰτωλῶν καὶ τῶν Ἠλείων ἐτρέψατο.

L
. ἅτε δὲ ἤδη τῶν Ἀχαιῶν ἀφορώντων ἐς αὐτὸν καὶ τὰ πάντα ἐκεῖνον ποιουμένων, τοῖς τεταγμένοις αὐτῶν ἐν τῷ πεζῷ μετέβαλε τῶν ὅπλων τὴν σκευήν: φοροῦντας γὰρ μικρὰ δοράτια καὶ ἐπιμηκέστερα ὅπλα κατὰ τοὺς Κελτικοὺς θυρεοὺς ἢ τὰ γέρρα τὰ Περσῶν, ἔπεισε θώρακάς τε ἐνδύεσθαι καὶ ἐπιτίθεσθαι κνημῖδας, πρὸς δὲ ἀσπίσιν Ἀργολικαῖς χρῆσθαι καὶ τοῖς δόρασι μεγάλοις.

[2] Μαχανίδου δὲ ἐν Λακεδαίμονι ἀναφύντος τυράννου καὶ αὖθις πολέμου τοῖς Ἀχαιοῖς πρὸς Λακεδαιμονίους καὶ Μαχανίδαν συνεστηκότος, ἡγεῖτο μὲν τοῦ Ἀχαϊκοῦ Φιλοποίμην: γινομένης δὲ πρὸς Μαντινείᾳ μάχης Λακεδαιμονίων μὲν οἱ ψιλοὶ τοὺς ἀσκεύους τῶν Ἀχαιῶν νικῶσι καὶ φεύγουσιν αὐτοῖς ἐπέκειτο Μαχανίδας, τῇ δὲ φάλαγγι Φιλοποίμην τῶν πεζῶν τρέπεται τῶν Λακεδαιμονίων τοὺς ὁπλίτας καὶ ἀναχωροῦντι ἀπὸ τῆς διώξεως Μαχανίδᾳ συντυχὼν ἀποκτίννυσιν αὐτόν.
Λακεδαιμονίοις δὲ ἠτυχηκόσι τῇ μάχῃ περιεγεγόνει μείζων ἢ κατὰ τὸ πταῖσμα εὐτυχία, γεγονόσιν ἐλευθέροις ἀπὸ τοῦ τυράννου.

[3] μετὰ δὲ οὐ πολὺ ἀγόντων Νέμεια Ἀργείων ἔτυχε μὲν τῶν κιθαρῳδῶν τῷ ἀγῶνι Φιλοποίμην παρών: Πυλάδου δὲ Μεγαλοπολίτου μὲν ἀνδρὸς γένος, κιθαρῳδοῦ δὲ τῶν ἐφ' αὑτοῦ δοκιμωτάτου καὶ ἀνῃρημένου Πυθικὴν νίκην, τότε [δὲ] ᾄδοντος Τιμοθέου νόμον τοῦ Μιλησίου Πέρσας καὶ καταρξαμένου τῆς
ᾠδῆς

Κλεινὸν ἐλευθερίας τεύχων μέγαν Ἑλλάδι κόσμον, (Τιμόθεος, άγνωστη τοποθεσία)

ἀπεῖδεν ἐς τὸν Φιλοποίμενα τὸ Ἑλληνικὸν καὶ ἐπεσημήναντο τῷ κρότῳ φέρειν ἐς ἐκεῖνον τὸ ᾆσμα. τοιοῦτο ἐς Θεμιστοκλέα ἄλλο ἐν Ὀλυμπίᾳ πυνθάνομαι συμβῆναι: καὶ γὰρ Θεμιστοκλέους ἐς τιμὴν ἐπανέστη τὸ ἐν Ὀλυμπίᾳ θέατρον.

[4] Φίλιππος δὲ Δημητρίου Μακεδόνων βασιλεύς, ὃς καὶ Ἄρατον φαρμάκῳ τὸν Σικυώνιον ἀπέκτεινεν, ἀπέστειλεν ἄνδρας ἐς Μεγάλην πόλιν φονεῦσαί σφισι Φιλοποίμενα ἐντειλάμενος: ἁμαρτὼν δὲ ἀνὰ τὴν Ἑλλάδα ἐμισήθη πᾶσαν. Θηβαῖοι δὲ κεκρατηκότες μάχῃ Μεγαρέας καὶ ἤδη τοῦ Μεγαρικοῦ τείχους ἐπιβαίνοντες, ἀπάτῃ τῶν Μεγαρέων μετελθόντων αὐτοὺς ὡς ἥκοι Φιλοποίμην σφίσιν ἐς τὴν πόλιν, ἐς τοσοῦτο εὐλαβείας προῆλθον ὡς οἴκαδε ἀποχωρῆσαι καταλιπόντες ἄπρακτον τοῦ πολέμου τὸ ἔργον
.

[5] ἐν δὲ Λακεδαίμονι αὖθις ἐπανέστη τύραννος Νάβις, ὃς Πελοποννησίων πρώτοις ἐπέθετο Μεσσηνίοις: ἐπελθὼν δέ σφισιν ἐν νυκτὶ καὶ οὐδαμῶς τὴν ἔφοδον ἐλπίζουσιν εἷλε μὲν πλὴν τῆς ἀκροπόλεως τὸ ἄστυ, ἀφικομένου δὲ ἐς τὴν ὑστεραίαν στρατιᾷ Φιλοποίμενος ἐξέπεσεν ὑπόσπονδος ἐκ Μεσσήνης
.

[6] Φιλοποίμην δέ, ὡς ἐξῆκέν οἱ στρατηγοῦντι ὁ χρόνος καὶ ἄρχειν ἄλλοι τῶν Ἀχαιῶν ᾕρηντο, αὖθις ἐς Κρήτην διέβη καὶ ἐπεκούρησε Γορτυνίοις πολέμῳ πιεζομένοις. ποιουμένων δὲ ἐν ὀργῇ διὰ τὴν ἀποδημίαν τῶν Ἀρκάδων αὐτόν, ἐπάνεισί τε ἐκ Κρήτης καὶ Ῥωμαίους πόλεμον κατελάμβανεν ἐπανῃρημένους πρὸς Νάβιν.

[7] παρεσκευασμένων δὲ ἐπὶ τὸν Νάβιν ναυτικὸν τῶν Ῥωμαίων, Φιλοποίμην ὑπὸ προθυμίας μεθέξειν ἔμελλε τοῦ ἀγῶνος: ἅτε δὲ ἐς ἅπαν ἀπείρως θαλάσσης ἔχων τριήρους ἔλαθεν ἐπιβὰς ῥεούσης, ὥστε καὶ ἐσῆλθε Ῥωμαίους καὶ τὸ ἄλλο συμμαχικὸν μνήμη τῶν ἐπῶν ὧν ἐν καταλόγῳ πεποίηκεν Ὅμηρος ἐπὶ τῇ Ἀρκάδων ἀμαθίᾳ τῇ ἐς θάλασσαν
.

[8] ἡμέραις δὲ ὕστερον τῆς ναυμαχίας οὐ πολλαῖς Φιλοποίμην καὶ σὺν αὐτῷ λόχος φυλάξαντες νύκτα ἀσέληνον τὸ στρατόπεδον τῶν Λακεδαιμονίων κατεμπιπρᾶσιν ἐν Γυθίῳ. ἐνταῦθα ἀπέλαβεν ἐν δυσχωρίαις Νάβις Φιλοποίμενά τε αὐτὸν καὶ ὅσοι περὶ αὐτὸν τῶν Ἀρκάδων ἦσαν: ἦσαν δὲ ἄλλως μὲν ἀγαθοὶ τὰ ἐς πόλεμον, ἀριθμὸν δὲ οὐ πολλοί
.

[9] Φιλοποίμην δὲ τὴν τάξιν, ἣν τεταγμένους ἀπῆγεν ὀπίσω, ταύτην ὑπαλλάξας τὰ μάλιστα ἰσχυρὰ τῶν χωρίων πρὸς αὑτοῦ καὶ οὐ πρὸς τῶν πολεμίων ἐποίησεν εἶναι: κρατήσας δὲ τῇ μάχῃ Νάβιν καὶ τῶν Λακεδαιμονίων ἐν τῇ νυκτὶ καταφονεύσας πολλούς, δόξης ἔτι ἐς πλέον παρὰ τοῖς Ἕλλησιν ἤρθη
.

[10] μετὰ δὲ ταῦτα Νάβις μὲν ἐς εἰρημένον χρόνον σπονδὰς παρὰ Ῥωμαίων εὑράμενος τελευτᾷ, πρὶν οἱ τοῦ πολέμου τὰς ἀνοχὰς ἐξήκειν, ὑπὸ ἀνδρὸς Καλυδωνίου κατὰ δὴ συμμαχίας πρόφασιν ἥκοντος, πολεμίου δὲ τῷ ἔργῳ καὶ ἐπ' αὐτὸ ἐσταλμένου τοῦτο ὑπὸ τῶν Αἰτωλῶν
.

LI
. Φιλοποίμην δὲ ὑπὸ τὸν καιρὸν ἐσπεσὼν τοῦτον ἐς τὴν Σπάρτην ἠνάγκασεν ἐς τὸ Ἀχαϊκὸν Λακεδαιμονίους συντελέσαι. μετὰ δὲ οὐ πολὺν χρόνον Τίτος μὲν Ῥωμαίων τῶν περὶ τὴν Ἑλλάδα ἡγεμὼν καὶ Διοφάνης ὁ Διαίου Μεγαλοπολίτης, ἄρχειν ἐν τῷ τότε ᾑρημένος τῶν Ἀχαιῶν, ἤλαυνον ἐπὶ τὴν Λακεδαίμονα, ἐπενεγκόντες αἰτίαν Λακεδαιμονίοις βουλεύειν σφᾶς νεώτερα ἐς Ῥωμαίους: Φιλοποίμην δέ, καίπερ ἐν τῷ παρόντι ἰδιώτης ὤν, ἀπέκλεισαν ὅμως ἐπιοῦσιν αὐτοῖς πύλας.

[2] Λακεδαιμόνιοι δὲ τούτων τε ἕνεκα καὶ ὧν ἐς ἀμφοτέρους τοὺς τυράννους ἐτόλμησεν, ἐδίδοσαν οἶκον αὐτῷ τὸν Νάβιδος ἐς πλέον τάλαντα ἑκατόν: δὲ ὑπερεφρόνησέ τε τῶν χρημάτων καὶ ἐκέλευε τοὺς Λακεδαιμονίους θεραπεύειν δόσεσιν ἀνθ' αὑτοῦ τοὺς ἐν τῷ συλλόγῳ τῶν Ἀχαιῶν πιθανοὺς τῷ πλήθει, ταῦτα δὲ ἐς Τιμόλαον αὐτῷ λέγουσιν ὑποσημαίνεσθαι. ἀπεδείχθη δὲ καὶ αὖθις Ἀχαιῶν στρατηγῆσαι
.

[3] Λακεδαιμονίων δὲ τηνικαῦτα ἐς ἔμφυλον προηγμένων στάσιν, τριακοσίους μὲν τῆς στάσεως μάλιστα αἰτίους ἐξέβαλεν ἐκ Πελοποννήσου καὶ τῶν εἱλώτων [τε] ἀπέδοτο ὅσον τρισχιλίους, τείχη δὲ περιεῖλε τῆς Σπάρτης καὶ τοῖς ἐφήβοις προεῖπε μὴ τὰ ἐκ τῶν νόμων τῶν Λυκούργου μελετᾶν, ἐφήβοις δὲ τοῖς Ἀχαιῶν κατὰ ταὐτὰ ἀσκεῖσθαι. καὶ τοῖς μὲν ὕστερον ἀποδώσειν ἔμελλον Ῥωμαῖοι παιδείαν τὴν ἐπιχώριον
:

[4] Ἀντίοχον δὲ ἀπόγονον Σελεύκου τοῦ ὀνομασθέντος Νικάτορος καὶ Σύρων τὴν σὺν αὐτῷ στρατιὰν Μανίου καὶ Ῥωμαίων ἐν Θερμοπύλαις καὶ Ἀρισταίνου τοῖς Ἀχαιοῖς τοῦ Μεγαλοπολίτου παραινοῦντος ἐπαινεῖν τὰ Ῥωμαίοις ἀρέσκοντα ἐπὶ παντὶ μηδὲ ἀνθίστασθαί σφισιν ὑπὲρ μηδενός, Φιλοποίμην ἀπεῖδεν ἐς τὸν Ἀρίσταινον σὺν ὀργῇ καὶ αὐτὸν τῇ Ἑλλάδι ἔφη τὴν πεπρωμένην ἐπιταχύνειν: Λακεδαιμονίων δὲ τοὺς φεύγοντας Μανίου καταδέξασθαι θέλοντος τῷ μὲν ἀντέπραξεν ἐς τὸ βούλευμα, ἐκείνου δὲ ἀπελθόντος τότε ἤδη κατελθεῖν τοὺς φυγάδας ἐφίησιν ἐς Σπάρτην
.

[5] ἔμελλε δ' ἄρα ὑπεροψίας δίκη περιήξειν καὶ Φιλοποίμενα. ὡς γὰρ δὴ τῶν Ἀχαιῶν ὄγδοον ἀπεδείχθη τότε ἡγεμών, ἀνδρὶ οὐ τῶν ἀδόξων ὠνείδισεν ἁλῶναι ζῶντα ὑπὸ τῶν πολεμίων αὐτόν: καὶ--ἦν γὰρ τηνικαῦτα ἐς Μεσσηνίους Ἀχαιοῖς ἔγκλημα--Λυκόρταν σὺν τῇ στρατιᾷ ὁ Φιλοποίμην ἀποστέλλει δῃώσοντα τῶν Μεσσηνίων τὴν χώραν, αὐτὸς δὲ τρίτῃ μάλιστα ὕστερον ἡμέρᾳ, πυρετῷ τε ἐχόμενος πολλῷ καὶ πρόσω βεβιωκὼς ἑβδομήκοντα ἐτῶν, ὅμως ἠπείγετο μετασχεῖν Λυκόρτᾳ τοῦ ἔργου: ἱππέας δὲ καὶ πελταστὰς ἦγεν ὅσον ἑξήκοντα.

[6] Λυκόρτας μὲν δὴ καὶ σὺν αὐτῷ στρατὸς ἀνέστρεφον ἤδη τηνικαῦτα ἐς τὴν οἰκείαν, οὔτε ἐργασάμενοι μέγα Μεσσηνίους οὐδὲν οὔτε αὐτοὶ παθόντες: Φιλοποίμενα δὲ--ἐβλήθη γὰρ ἐν τῇ μάχῃ τὴν κεφαλὴν καὶ ἀπέπεσεν ἀπὸ τοῦ ἵππου--ζῶντα ἐς Μεσσήνην ἄγουσιν αὐτόν. συνελθόντων δὲ αὐτίκα ἐς ἐκκλησίαν, διάφοροι παρὰ πολὺ καὶ οὐ πάντων κατὰ ταὐτὰ ἐγίνοντο αἱ γνῶμαι
:

[7] Δεινοκράτης μὲν καὶ ὅσοι τῶν Μεσσηνίων ἦσαν δυνατοὶ χρήμασι, παρεκελεύοντο ἀποκτεῖναι Φιλοποίμενα: οἱ δὲ τοῦ δήμου περιποιῆσαι τὰ μάλιστα εἶχον σπουδήν, πλέον τι παντὸς τοῦ Ἑλληνικοῦ πατέρα ὀνομάζοντες.
Δεινοκράτης δὲ καὶ ἀκόντων Μεσσηνίων ἔμελλεν [τε] ἄρα Φιλοποίμενα ἀναιρήσειν ἐσπέμψας φάρμακον.

[8] Λυκόρτας δὲ μετ' οὐ πολὺ ἀθροίσας ἔκ τε Ἀρκαδίας καὶ παρ' Ἀχαιῶν δύναμιν ἐστράτευσεν ἐπὶ Μεσσήνην: καὶ δῆμος αὐτίκα τῶν Μεσσηνίων προσεχώρησε τοῖς Ἀρκάσι, καὶ οἱ Φιλοποίμενι αἰτίαν θανάτου παρασχόντες ἁλόντες πλὴν Δεινοκράτους ὑπέσχον τιμωρίαν οἱ ἄλλοι, Δεινοκράτης δὲ ἀφίησιν αὐτοχειρίᾳ τὴν ψυχήν. κατάγουσι δὲ καὶ ἐς Μεγάλην πόλιν τοῦ Φιλοποίμενος τὰ ὀστᾶ οἱ Ἀρκάδες
.

LII
. καὶ ἤδη τὸ μετὰ τοῦτο ἐς ἀνδρῶν ἀγαθῶν φορὰν ἔληξεν ἡ Ἑλλάς. Μιλτιάδης μὲν γὰρ ὁ Κίμωνος τούς τε ἐς Μαραθῶνα ἀποβάντας τῶν βαρβάρων κρατήσας μάχῃ καὶ τοῦ πρόσω τὸν Μήδων ἐπισχὼν στόλον ἐγένετο εὐεργέτης πρῶτος κοινῇ τῆς Ἑλλάδος, Φιλοποίμην δὲ ὁ Κραύγιδος ἔσχατος: οἱ δὲ πρότερον Μιλτιάδου λαμπρὰ ἔργα ἀποδειξάμενοι, Κόδρος τε ὁ Μελάνθου καὶ ὁ Σπαρτιάτης Πολύδωρος καὶ Ἀριστομένης ὁ Μεσσήνιος καὶ εἰ δή τις ἄλλος, πατρίδας ἕκαστοι τὰς αὑτῶν καὶ οὐκ ἀθρόαν φανοῦνται τὴν Ἑλλάδα ὠφελήσαντες.

[2] Μιλτιάδου δὲ ὕστερον Λεωνίδας Ἀναξανδρίδου καὶ Θεμιστοκλῆς Νεοκλέους ἀπώσαντο ἐκ τῆς Ἑλλάδος Ξέρξην, μὲν ταῖς ναυμαχίαις ἀμφοτέραις, Λεωνίδας δὲ ἀγῶνι τῷ ἐν Θερμοπύλαις.
Ἀριστείδην δὲ τὸν Λυσιμάχου καὶ Παυσανίαν τὸν Κλεομβρότου Πλαταιᾶσιν ἡγησαμένους, τὸν μὲν τὰ ὕστερον ἀφείλετο ἀδικήματα εὐεργέτην μὴ ὀνομασθῆναι τῆς Ἑλλάδος, Ἀριστείδην δὲ ὅτι ἔταξε φόρους τοῖς τὰς νήσους ἔχουσιν Ἕλλησι: πρὸ Ἀριστείδου δὲ ἦν ἅπαν τὸ Ἑλληνικὸν ἀτελὲς φόρων.

[3] Ξάνθιππος δὲ Ἀρίφρονος καὶ Κίμων, μὲν ὁμοῦ Λεωτυχίδῃ τῷ βασιλεύοντι ἐν Σπάρτῃ τὸ Μήδων ναυτικὸν ἔφθειρεν ἐν Μυκάλῃ, Κίμωνι δὲ πολλὰ καὶ ἄξια ζήλου κατειργασμένα ἐστὶν ὑπὲρ τῶν Ἑλλήνων. τοὺς δὲ ἐπὶ τοῦ Πελοποννησιακοῦ πρὸς Ἀθηναίους πολέμου, καὶ μάλιστα αὐτῶν τοὺς εὐδοκιμήσαντας, φαίη τις ἂν αὐτόχειρας καὶ ὅτι ἐγγύτατα καταποντιστὰς εἶναι σφᾶς τῆς Ἑλλάδος
.

[4] κεκακωμένον δὲ ἤδη τὸ Ἑλληνικὸν Κόνων Τιμοθέου καὶ Ἐπαμινώνδας ἀνεκτήσατο Πολύμνιδος, μὲν ἐκ τῶν νήσων καὶ ὅσα ἐγγυτάτω θαλάσσης, Ἐπαμινώνδας δὲ ἐκ τῶν πόλεων τῶν ἀπὸ θαλάσσης ἄνω Λακεδαιμονίων τὰς φρουρὰς καὶ ἁρμοστὰς ἐκβαλόντες καὶ δεκαδαρχίας καταπαύσαντες: Ἐπαμινώνδας δὲ καὶ πόλεσιν οὐκ ἀφανέσι, Μεσσήνῃ καὶ Μεγάλῃ πόλει τῇ Ἀρκάδων, λογιμωτέραν τὴν Ἑλλάδα ἐποίησεν
.

[5] εἶναι δὲ ἁπάντων Ἑλλήνων καὶ Λεωσθένην τίθεμαι καὶ Ἄρατον εὐεργέτας: μέν γε τὸ Ἑλλήνων μισθοφορικὸν [καὶ] ἐν Πέρσαις περὶ πέντε που μυριάδας ἐπὶ θάλασσαν καταβάντας ναυσὶν ἐς τὴν Ἑλλάδα ἀνέσωσε καὶ ἄκοντος Ἀλεξάνδρου: τὰ δὲ ἐς Ἄρατον ἐδήλωσε δή μοι τοῦ λόγου τὰ ἐς Σικυωνίους
.

[6] τὸ δὲ ἐπίγραμμά ἐστιν ἐπὶ τῷ Φιλοποίμενι τὸ ἐν Τεγέᾳ: τοῦδ' ἀρετὰ καὶ δόξα καθ' Ἑλλάδα, πολλὰ μὲν ἀλκαῖς, πολλὰ δὲ καὶ βουλαῖς ἔργα πονησαμένου, Ἀρκάδος αἰχμητᾶ Φιλοποίμενος, ᾧ μέγα κῦδος ἕσπετ' ἐνὶ πτολέμῳ δούρατος ἁγεμόνι. μανύει δὲ τρόπαια τετυγμένα δισσὰ τυράννων Σπάρτας: αὐξομέναν δ' ἄρατο δουλοσύναν. ὧν ἕνεκεν Τεγέα μεγαλόφρονα Κραύγιδος υἱόν στᾶσεν, ἀμωμήτου κράντορ' ἐλευθερίας.
τοῦτο μὲν δὴ ἐνταῦθά ἐστιν ἐπίγραμμα:

LIII
. τῷ δὲ Ἀπόλλωνι οἱ Τεγεᾶται τῷ Ἀγυιεῖ τὰ ἀγάλματα ἐπ' αἰτίᾳ φασὶν ἱδρύσασθαι τοιᾷδε. Ἀπόλλωνα καὶ Ἄρτεμιν ἐπὶ πᾶσαν λέγουσι χώραν τιμωρεῖσθαι τῶν τότε ἀνθρώπων ὅσοι Λητοῦς, ἡνίκα εἶχεν ἐν τῇ γαστρί, πλανωμένης καὶ ἀφικομένης ἐς τὴν γῆν ἐκείνην οὐδένα ἐποιήσαντο αὐτῆς λόγον.

[2] ὡς δὲ ἄρα καὶ ἐς τὴν Τεγεατῶν ἐληλυθέναι τοὺς θεούς, ἐνταῦθα υἱὸν Τεγεάτου Σκέφρον προσελθόντα τῷ Ἀπόλλωνι ἐν ἀπορρήτῳ διαλέγεσθαι πρὸς αὐτόν: Λειμὼν δὲ--ἦν δὲ καὶ Λειμὼν οὗτος Τεγεάτου τῶν παίδων--ὑπονοήσας ἔγκλημα ἔχειν ἐς ἑαυτὸν τὰ ὑπὸ Σκέφρου λεγόμενα, ἀποκτίννυσιν ἐπιδραμὼν τὸν ἀδελφόν
.

[3] καὶ Λειμῶνα μὲν τοξευθέντα ὑπὸ Ἀρτέμιδος περιῆλθεν αὐτίκα δίκη τοῦ φόνου: Τεγεάτης δὲ καὶ Μαιρὰ τὸ μὲν παραυτίκα Ἀπόλλωνι καὶ Ἀρτέμιδι θύουσιν, ὕστερον δὲ ἐπιλαβούσης ἀκαρπίας ἰσχυρᾶς ἦλθε μάντευμα ἐκ Δελφῶν Σκέφρον θρηνεῖν. καὶ ἄλλα τε ἐν τοῦ Ἀγυιέως τῇ ἑορτῇ δρῶσιν ἐς τιμὴν τοῦ Σκέφρου καὶ τῆς Ἀρτέμιδος ἱέρεια διώκει τινὰ ἅτε αὐτὴ τὸν Λειμῶνα Ἄρτεμις
.

[4] λέγουσι δὲ καὶ ὅσοι Τεγεάτου τῶν παίδων ἐλείποντο, μετοικῆσαι σφᾶς ἑκουσίως ἐς Κρήτην, Κύδωνα καὶ Ἀρχήδιον καὶ Γόρτυνα: καὶ ἀπὸ τούτων φασὶν ὀνομασθῆναι τὰς πόλεις Κυδωνίαν καὶ Γόρτυνά τε καὶ Κατρέα.
Κρῆτες δὲ οὐχ ὁμολογοῦντες τῷ Τεγεατῶν λόγῳ Κύδωνα μὲν Ἀκακαλλίδος θυγατρὸς Μίνω καὶ Ἑρμοῦ, Κατρέα δέ φασιν εἶναι Μίνω, τὸν δὲ Γόρτυνα Ῥαδαμάνθυος.

[5] ἐς δὲ αὐτὸν Ῥαδάμανθυν Ὁμήρου μέν ἐστιν ἐν Πρωτέως πρὸς Μενέλαον λόγοις ὡς ἐς τὸ πεδίον ἥξοι Μενέλαος τὸ Ἠλύσιον, πρότερον δὲ ἔτι Ῥαδάμανθυν ἐνταῦθα ἥκειν: Κιναίθων δὲ ἐν τοῖς ἔπεσιν ἐποίησεν Ῥαδάμανθυς μὲν Ἡφαίστου, Ἥφαιστος δὲ εἴη Τάλω, Τάλων δὲ εἶναι Κρητὸς παῖδα. οἱ μὲν δὴ Ἑλλήνων λόγοι διάφοροι τὰ πλέονα καὶ οὐχ ἥκιστα ἐπὶ τοῖς γένεσίν εἰσι
:

[6] Τεγεάταις δὲ τοῦ Ἀγυιέως τὰ ἀγάλματα τέσσαρά εἰσιν ἀριθμόν, ὑπὸ φυλῆς ἓν ἑκάστης ἱδρυμένον. ὀνόματα δὲ αἱ φυλαὶ παρέχονται Κλαρεῶτις Ἱπποθοῖτις Ἀπολλωνιᾶτις Ἀθανεᾶτις: καλοῦνται δὲ ἀπὸ τοῦ κλήρου ὃν τοῖς παισὶν Ἀρκὰς ἐποίησεν ὑπὲρ τῆς χώρας καὶ ἀπὸ Ἱππόθου τοῦ Κερκυόνος
.

[7] ἔστι δὲ καὶ Δήμητρος ἐν Τεγέᾳ καὶ Κόρης ναός, ἃς ἐπονομάζουσι Καρποφόρους, πλησίον δὲ Ἀφροδίτης καλουμένης Παφίας: ἱδρύσατο αὐτὴν Λαοδίκη, γεγονυῖα μέν, ὡς καὶ πρότερον ἐδήλωσα, ἀπὸ Ἀγαπήνορος ὃς ἐς Τροίαν ἡγήσατο Ἀρκάσιν, οἰκοῦσα δὲ ἐν Πάφῳ. τούτου δέ ἐστιν οὐ πόρρω Διονύσου τε ἱερὰ δύο καὶ Κόρης βωμὸς καὶ Ἀπόλλωνος ναὸς καὶ ἄγαλμα ἐπίχρυσον:

[8] Χειρίσοφος δὲ ἐποίησε, Κρὴς μὲν γένος, ἡλικίαν δὲ αὐτοῦ καὶ τὸν διδάξαντα οὐκ ἴσμεν: δὲ δίαιτα ἐν Κνωσσῷ Δαιδάλῳ παρὰ Μίνῳ συμβᾶσα ἐπὶ μακρότερον δόξαν τοῖς Κρησὶ καὶ ἐπὶ ξοάνων ποιήσει παρεσκεύασε. παρὰ δὲ τῷ Ἀπόλλωνι Χειρίσοφος ἕστηκε λίθου πεποιημένος
.

[9] καλοῦσι δὲ οἱ Τεγεᾶται καὶ ἑστίαν Ἀρκάδων κοινήν: ἐνταῦθά ἐστιν ἄγαλμα Ἡρακλέους, πεποίηται δέ οἱ ἐπὶ τοῦ μηροῦ τραῦμα ἀπὸ τῆς μάχης ἣν πρώτην Ἱπποκόωντος τοῖς παισὶν ἐμαχέσατο. τὸ δὲ χωρίον τὸ ὑψηλόν, ἐφ' οὗ καὶ οἱ βωμοὶ Τεγεάταις εἰσὶν οἱ πολλοί, καλεῖται μὲν Διὸς Κλαρίου, δῆλα δὲ ὡς ἐγένετο ἡ ἐπίκλησις τῷ θεῷ τοῦ κλήρου τῶν παίδων ἕνεκα τῶν Ἀρκάδος.

[10] ἄγουσι δὲ ἑορτὴν αὐτόθι Τεγεᾶται κατὰ ἔτος: καί σφισιν ἐπιστρατεῦσαι Λακεδαιμονίους ποτὲ ὑπὸ τὸν καιρὸν τῆς ἑορτῆς λέγουσι, καὶ--νείφειν γὰρ τὸν θεόν--τοὺς μὲν ῥιγοῦν καὶ ὄντας ἐν τοῖς ὅπλοις κάμνειν, αὐτοὶ δὲ ἐκείνων κρύφα πῦρ καῦσαι, καὶ ὡς οὐκ ἠνωχλοῦντο ὑπὸ τοῦ κρυμοῦ, τὰ ὅπλα ἐνδύντες ἐξελθεῖν τε ἐπὶ τοὺς Λακεδαιμονίους καὶ σχεῖν ἐν τῷ ἔργῳ τὸ πλέον φασίν. ἐθεασάμην δὲ καὶ ἄλλα ἐν Τεγέᾳ τοσάδε, Ἀλέου οἰκίαν καὶ Ἐχέμου μνῆμα καὶ ἐπειργασμένην ἐς στήλην τὴν Ἐχέμου πρὸς Ὕλλον μάχην
.

[11] ἐκ Τεγέας δὲ ἰόντι ἐς τὴν Λακωνικὴν ἔστι μὲν βωμὸς ἐν ἀριστερᾷ τῆς ὁδοῦ Πανός, ἔστι δὲ καὶ Λυκαίου Διός: λείπεται δὲ καὶ θεμέλια ἱερῶν. οὗτοι μὲν δή εἰσιν οἱ βωμοὶ σταδίοις δύο ἀπωτέρω τοῦ τείχους, προελθόντι δὲ ἀπ' αὐτῶν μάλιστά που σταδίους ἑπτὰ ἱερὸν Ἀρτέμιδος ἐπίκλησιν Λιμνάτιδος καὶ ἄγαλμά ἐστιν ἐβένου ξύλου: τρόπος δὲ τῆς ἐργασίας ὁ Αἰγιναῖος καλούμενος ὑπὸ Ἑλλήνων. τούτου δὲ ὅσον δέκα ἀπωτέρω σταδίοις Ἀρτέμιδος Κνακεάτιδός ἐστι ναοῦ τὰ ἐρείπια.

LIV
. Λακεδαιμονίοις δὲ καὶ Τεγεάταις ὅροι τῆς γῆς ὁ ποταμός ἐστιν ὁ Ἀλφειός. τούτου τὸ ὕδωρ ἄρχεται μὲν ἐν Φυλάκῃ, κάτεισι δὲ οὐ πόρρω τῆς πηγῆς καὶ ἄλλο ὕδωρ ἐς αὐτὸν ἀπὸ πηγῶν μεγέθει μὲν οὐ μεγάλων, πλεόνων δὲ ἀριθμόν: καὶ διὰ τοῦτο τῷ χωρίῳ Σύμβολα γέγονεν ὄνομα.

[2] φαίνεται δὲ Ἀλφειὸς παρὰ τοὺς ἄλλους ποταμοὺς φύσιν τινὰ ἰδίαν παρεχόμενος τοιάνδε: ἀφανίζεσθαί τε γὰρ κατὰ γῆς ἐθέλει πολλάκις καὶ αὖθις ἀναφαίνεσθαι. προελθὼν μέν γε ἐκ Φυλάκης καὶ τῶν καλουμένων Συμβόλων ἐς τὸ πεδίον κατέδυ τὸ Τεγεατικόν: ἀνατείλας δὲ ἐν Ἀσέᾳ καὶ τὸ ῥεῦμα ἀναμίξας τῷ Εὐρώτᾳ τὸ δεύτερον ἤδη κάτεισιν ἐς τὴν γῆν
:

[3] ἀνασχὼν δὲ ἔνθα Πηγὰς ὀνομάζουσιν οἱ Ἀρκάδες καὶ παρὰ γῆν τε τὴν Πισαίαν καὶ παρὰ Ὀλυμπίαν ἐξελθών, ἐκδίδωσιν ὑπὲρ Κυλλήνης ἐπινείου τοῦ Ἠλείων ἐς τὴν θάλασσαν. ἔμελλε δὲ ἄρα μηδὲ Ἀδρίας ἐπισχήσειν αὐτὸν τοῦ πρόσω: διανηξάμενος δὲ καὶ τοῦτον, μέγα οὕτω καὶ βίαιον πέλαγος, ἐν Ὀρτυγίᾳ τῇ πρὸ Συρακουσῶν ἐπιδείκνυσιν Ἀλφειός τε ὢν καὶ πρὸς Ἀρέθουσαν τὸ ὕδωρ ἀνακοινούμενος
.

[4] ἡ δὲ εὐθεῖα <ἡ> ἐπὶ Θυρέαν τε καὶ κώμας τὰς ἐν τῇ Θυρεάτιδι ἐκ Τεγέας παρείχετο ἐς συγγραφὴν Ὀρέστου τοῦ Ἀγαμέμνονος μνῆμα, καὶ ὑφελέσθαι Σπαρτιάτην τὰ ὀστᾶ αὐτόθεν οἱ Τεγεᾶται λέγουσι: καθ' ἡμᾶς δὲ οὐκέτι πυλῶν ἐντὸς ἐγίνετο ὁ τάφος. ῥεῖ δὲ καὶ Γαράτης ποταμὸς κατὰ τὴν ὁδόν: διαβάντι δὲ τὸν Γαράτην καὶ προελθόντι σταδίους δέκα Πανός ἐστιν ἱερὸν καὶ πρὸς αὐτῷ δρῦς, ἱερὰ καὶ αὕτη τοῦ Πανός.

[5] ἡ δὲ ἐς Ἄργος ἐκ Τεγέας ὀχήματι ἐπιτηδειοτάτη καὶ τὰ μάλιστά ἐστι λεωφόρος. ἔστι δὲ ἐπὶ τῆς ὁδοῦ πρῶτα μὲν ναὸς καὶ ἄγαλμα Ἀσκληπιοῦ: μετὰ δὲ ἐκτραπεῖσιν ἐς ἀριστερὰ ὅσον στάδιον Ἀπόλλωνος ἐπίκλησιν Πυθίου καταλελυμένον ἐστὶν ἱερὸν καὶ ἐρείπια ἐς ἅπαν. κατὰ δὲ τὴν εὐθεῖαν αἵ τε δρῦς εἰσι πολλαὶ καὶ Δήμητρος ἐν τῷ ἄλσει τῶν δρυῶν ναὸς ἐν Κορυθεῦσι καλουμένης: πλησίον δὲ ἄλλο ἐστὶν ἱερὸν Διονύσου Μύστου.

[6] τὸ ἀπὸ τούτου δὲ ἄρχεται τὸ ὄρος τὸ Παρθένιον: ἐν δὲ αὐτῷ τέμενος δείκνυται Τηλέφου, καὶ ἐνταῦθα παῖδα ἐκκείμενόν φασιν αὐτὸν ὑπὸ ἐλάφου τραφῆναι. ἀπωτέρω δὲ ὀλίγον Πανός ἐστιν ἱερόν, ἔνθα Φιλιππίδῃ φανῆναι τὸν Πᾶνα καὶ εἰπεῖν πρὸς αὐτὸν Ἀθηναῖοί τε καὶ κατὰ ταὐτὰ Τεγεᾶται λέγουσι
:

[7] παρέχεται δὲ τὸ Παρθένιον καὶ ἐς λύρας ποίησιν χελώνας ἐπιτηδειοτάτας, ἃς οἱ περὶ τὸ ὄρος ἄνθρωποι καὶ αὐτοὶ λαμβάνειν δεδοίκασιν ἀεὶ καὶ ξένους οὐ περιορῶσιν αἱροῦντας: ἱερὰς γὰρ σφᾶς εἶναι τοῦ Πανὸς ἥγηνται. ὑπερβαλόντι δὲ τὴν κορυφὴν τοῦ ὄρους ἔστιν ἐν τοῖς ἤδη γεωργουμένοις Τεγεατῶν ὅρος καὶ Ἀργείων κατὰ Ὑσιὰς τὰς ἐν τῇ Ἀργολίδι
.

αἵδε μὲν Πελοποννήσου μοῖραι καὶ πόλεις τε ἐν ταῖς μοίραις καὶ ἐν ἑκάστῃ πόλει τὰ ἀξιολογώτατά ἐστιν ἐς μνήμην.

(ed. F. Spiro. Leipzig , Teubner.
1903)

Σημείωση:
Τα Αρκαδικά του Παυσανία στην παρούσα έκδοση τα συνέλεξα από τον δικτυακό τόπο Βικιπαιδεία – την ελεύθερη εγκυκλοπαίδεια. Η επεξεργασία του έργου ήταν αρκετά δύσκολη και το  ανέβασα σε 7 συνεχείς ενότητες. Αν εντοπίσετε λάθη, παρακαλώ ενημερώστε με.

Α.Κ.Β
04/05/2006

 

 
© 2024 Arcadians
Joomla! is Free Software released under the GNU General Public License.